Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.32 Joseph. AJ 7.36 (English) >>Joseph. AJ 7.40

7.34Ἀβεννῆρος δʼ ὡς ἤκουσε τὰ παρὰ τῶν ἀγγέλων, κατέλαβον αὐτὸν ἐν τόπῳ τινὶ Βησηρᾶ καλουμένῳ ἀπέχοντι τῆς Γιβρῶνος σταδίους εἴκοσι, μηδὲν ὑπιδόμενος τῶν συμβησομένων ὑπέστρεψεν. ἀπαντήσας δʼ αὐτῷ πρὸς τῇ πύλῃ Ἰώαβος καὶ δεξιωσάμενος ὡς μάλιστʼ εὔνους καὶ φίλος, ὑποκρίνονται γὰρ ἱκανῶς πολλάκις εἰς τὸ ἀνύποπτον τῆς ἐπιβουλῆς τὰ τῶν ἀληθῶς ἀγαθῶν οἱ πράγμασιν ἐγχειροῦντες ἀτόποις, 7.35ἀποσπᾷ μὲν τῶν οἰκείων αὐτὸν ὡς ἐν ἀπορρήτῳ διαλεξόμενος, παραγαγὼν δὲ εἰς τὸ ἐρημότερον τῆς πύλης μόνος αὐτὸς ὢν σὺν Ἀβεσσαίῳ τῷ ἀδελφῷ σπασάμενος τὴν μάχαιραν ὑπὸ τὴν λαγόνα παίει. 7.36καὶ τελευτᾷ μὲν Ἀβεννῆρος τοῦτον ἐνεδρευθεὶς τὸν τρόπον ὑπὸ Ἰωάβου, ὡς μὲν αὐτὸς ἔλεγε τιμωρήσαντος Ἀσαήλῳ τῷ ἀδελφῷ, ὃν διώκοντα λαβὼν Ἀβεννῆρος ἀπέκτεινεν ἐν τῇ πρὸς Γιβρῶνι μάχῃ, ὡς δὲ τἀληθὲς εἶχε δείσαντος περὶ τῆς στρατηγίας καὶ τῆς παρὰ τῷ βασιλεῖ τιμῆς, μὴ τούτων μὲν αὐτὸς ἀφαιρεθείη, λάβοι δὲ παρὰ Δαυίδου τὴν πρώτην τάξιν Ἀβεννῆρος. 7.37ἐκ τούτων ἄν τις κατανοήσειεν, ὅσα καὶ πηλίκα τολμῶσιν ἄνθρωποι πλεονεξίας ἕνεκα καὶ ἀρχῆς καὶ τοῦ μηδενὶ τούτων παραχωρῆσαι· κτήσασθαι γὰρ αὐτὰ ποθοῦντες διὰ μυρίων κακῶν λαμβάνουσι, καὶ δείσαντες ἀποβαλεῖν πολλῷ χείροσι τὸ βέβαιον αὑτοῖς τῆς παραμονῆς περιποιοῦσιν,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.32 Joseph. AJ 7.36 (English) >>Joseph. AJ 7.40

Powered by PhiloLogic